Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 76
Dioscurides Pedianus, De materia medica 76
Not analysed yet
76 ἀκόνιτον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κάμμαρον, οἱ δὲ θηλυφόνον, οἱ δὲ κυνοκτόνον, οἱ δὲ μυοκτόνον· φύλλα ἔχει τρία ἢ τέσσαρα, ὅμοια κυκλαμίνῳ σικύῳ, μικρότερα δέ, ὑποτραχέα· καυλὸς δὲ σπιθαμῆς, ῥίζα ὁμοία σκορπίου οὐρᾷ, στίλβουσα ἀλαβαστροειδῶς. τούτου τὴν ῥίζαν φασὶ προσαχθεῖσαν σκορπίῳ παραλύειν αὐτόν, διεγείρεσθαι δὲ πάλιν ἐλλεβόρου λευκοῦ προστεθέντος· μείγνυται δὲ καὶ ὀφθαλμικαῖς ἀνωδύνοις δυνάμεσι, κτείνει δὲ καὶ παρδάλεις καὶ σῦς καὶ λύκους καὶ πᾶν θηρίον κρεαδίοις ἐντιθέμενον καὶ παραβαλλόμενον.