Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 76
Dioscurides Pedianus, De materia medica 76.2-2
Not analysed yet
ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐκκρίνει κατὰ κοιλίαν φλεγματῶδες· ἰᾶται δὲ πινόμενος ἡπατικούς, ἰκτερικούς, ὀρθοπνοϊκούς, 2 ἐπιληπτικούς, ὑστερικὴν πνίγα, ὑποθυμιώμενος δὲ ἀνακαλεῖται τοὺς καταφερομένους, σὺν ἐλαίῳ δὲ ἐμβρεχομένης τῆς κεφαλῆς ἁρμόζει φρενιτικοῖς, ληθαργικοῖς, κεφαλαλγίαις· ἐπέχει δὲ καὶ ἕρπητας σὺν πηγάνῳ καταπλασθείς. δίδοται δὲ καὶ ἡ ῥίζα ἰκτεριώδεσι καὶ ἡπατικοῖς, περιξυσθεῖσα. δὲ καὶ ἐντεθεῖσα περιτήκει τύλους τοὺς ἐν ταῖς σύριγξι. τοῦ δὲ ἄνθους χλωροῦ ὁ χυλὸς πρὸς ἡλκωμένα ὦτα καὶ πυορροοῦντα ἀρμόζει. ἀποτίθεται δὲ ἡλιαζόμενος ὡς τὰ λοιπὰ χυλίσματα.