Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 76
Dioscurides Pedianus, De materia medica 76.1-2
Not analysed yet
76 σφονδύλιον· φύλλα μὲν ἔχει κατὰ ποσὸν ἐοικότα πλατάνῳ πρὸς τὰ τοῦ πανάκους, καυλοὺς δὲ πηχυαίους ἢ καὶ μείζονας, ἐοικότας μαράθῳ, σπέρμα δὲ ἐπ᾿ ἄκρῳ ὅμοιον σεσέλει, διπλοῦν, πλατύτερον δὲ καὶ λευκότερον καὶ ἀχυρωδέστερον, βαρύοσμον, ἄνθη λευκά, ῥίζαν λευκήν, ὁμοίαν ῥαφάνῳ· φύεται δὲ ἐν ἐλώδεσι καὶ ἐφύδροις χωρίοις.