Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 78
Dioscurides Pedianus, De materia medica 78.1-2
Not analysed yet
78 πευκέκδανον· καυλὸν ἀνίησιν ἰσχνόν, μαράθῳ ὅμοιον κόμην δὲ ἔχει περὶ τὴν ῥίζαν ἱκανὴν καὶ πυκνήν, ἄνθος μήλινον, ῥίζαν μέλαιναν, βαρύοσμον, ἁδράν, μεστὴν ὀποῦ. φύεται δὲ ἐν ὄρεσι συσκίοις. ὀπίζεται δὲ τῆς ῥίζης ἁπαλῆς ἀποτεμνομένης μαχαιρίῳ, καὶ τὸ ἀπορρέον εὐθέως ἐν σκιᾷ τίθεται· ὑπὸ γὰρ τοῦ ἡλίου ἀνίεται. ἐν δὲ τῷ συλλέγεσθαι κεφαλαλγίαν ποιεῖ καὶ σκοτώματα, ἐὰν μή τις προδιαχρίσῃ ἑαυτοῦ τὰς ῥῖνας ῥοδίνῳ καὶ τὴν κεφαλὴν προκαταβρέξῃ· ἄχρηστος δὲ γίνεται ὀπισθεῖσα ἡ ῥίζα.