Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 78
Dioscurides Pedianus, De materia medica 78.2-2
Not analysed yet
ὀπίζονται δὲ καὶ οἱ καυλοί, καὶ χυλίζεται ἡ ῥίζα ὡς μανδραγόρας, 2 ἧττον δὲ ἐνεργεῖ τοῦ ὀποῦ ὁ χυλὸς καὶ τάχιον ἐκπνεῖ. ἐνίοτε δὲ εὑρίσκεται προ| πεπηγὸς δάκρυον, ὅμοιον λιβανωτῷ, τοῖς καυλοῖς καὶ ταῖς ῥίζαις προσπεπλασμένον. τοῦ δὲ ὀποῦ διαφέρει ὁ ἐν Σαρδονίᾳ καὶ Σαμαθρᾴκῃ γεννώμενος, βαρύοσμος, ἔγκιρρος, θερμαίνων τὴν γεῦσιν. ἁρμόζει δὲ σὺν ὄξει καὶ ῥοδίνῳ καταχριόμενος ληθαργικοῖς, φρενιτικοῖς, σκοτωματικοῖς, ἐπιληπτικοῖς, κεφαλαλγοῦσι χρονίως, παραλυτικοῖς, ἰσχιαδικοῖς, σπωμένοις καὶ καθόλου τοῖς περὶ νεῦρα πάθεσι συγχριόμενος μετ᾿ ἐλαίου καὶ ὄξους.