Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 78
Dioscurides Pedianus, De materia medica 78.2-3
Not analysed yet
ἔστι δὲ πολύχρηστον εἰς τὴν ὑγιαστικὴν χρῆσιν ξηρανθέν, μειγνύμενον ἐπιτηδείως τοῖς ἀνωδύνοις κολλυρίοις, τὸ χύλισμα, ἕρπητάς τε καὶ ἐρυσιπέλατα καταπλασθὲν σβέννυσιν. ἡ δὲ πόα καὶ ἡ κόμη λεῖα καταπλασσόμενα ἐπὶ τῶν διδόμων δνειρώττουσι βοηθεῖ· παρίησι δὲ καὶ αἰδοῖα καταπλασθέντα καὶ γάλα σβέννυσι, μαστούς τε ἐν παρθενίᾳ κωλύει αὔξεσθαι καὶ διδύμους ἀτρόφους ποιεῖ ἐπὶ παίδων, ἐνεργέστατον δʼ ἐστὶ τὸ Κρητικὸν καὶ Μεγαρικὸν καὶ Ἀττικὸν καὶ τὸ ἐν τῇ Χίῳ καὶ Κιλικίᾳ γεννώμενον.