Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 78
Dioscurides Pedianus, De materia medica 78.1-3
Not analysed yet
78 κώνειον· καυλὸν ἀνίησι γονατώδη ὡς μάραθον, μέγαν, φύλλα δὲ νάρθηκι ἐμφερῆ, στενότερα δὲ καὶ βαρύοσμα· ἐπʼ ἄκρῳ δὲ ἀποφύσεις καὶ σκιάδια ἀνθῶν ὑπολεύκων, σπέρμα ἐμφερὲς ἀνήσσῳ, λευκότερον δέ, ῥίζα κοίλη καὶ οὐ βαθεῖα. ἔστι δὲ καὶ αὐτὸ τῶν φθαρτικῶν κατὰ ψύξιν ἀναιροῦν· βοηθεῖται δὲ ἀκράτῳ. χυλίζεται δὲ ἄκρα ἡ κόμη πρὸ τοῦ ξηρανθῆναι τὸ σπέρμα καὶ ἐκθλίβεται κοπτομένη συστρέφεταί τε ἐν ἡλίῳ.