Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 8
Dioscurides Pedianus, De materia medica 8-2
Not analysed yet
8 ὄνυξ ἐστὶ πῶμα κογχιλίου, ὅμοιον τῷ τῆς πορφ ύρας, εὑρισκόμενον ἐν τῆ Ἰνδίᾳ ἐν ταῖς ναρδοφόροις λίμναις· διὸ καὶ άρυμρματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον. συλλέγεται δὲ ἐπειδὰν ὑπὸ τῶν αὐχμῶν ἀνταξηρανθῶσιν αἱ λίμναι. διαφέρει δὲ ὁ ἀπὸ τῆς Ἐρυθρᾶς κομιζόμενος, ὐπόλευκος ὢν καὶ λιπαρός. μέλας δὲ ὁ Βαβυλώνιος καὶ μικρότερος. ἀμφ ότεροι δὲ εὐώδεις θυμιώμενοι, καστορίζοντες ποσῶς τῇ ὀσμῇ. ἐγείρουσι δὲ καὶ οὗτοι ύποθιμιαθέντες τὰς ὑστερικῶς πνιγομένας καὶ ἐπιλημπ τικούς, ποθέντες δὲ κοιλίαν μαλάσσουσιν. αὐτὸ δὲ τὸ κογχύλιον καὲν ποιεῖ ὅσα καὶ ἡ πορφ ύρα καὶ ὁ κῆρυξ.