Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 80
Dioscurides Pedianus, De materia medica 80.3-2
Not analysed yet
δολοῦται δὲ πᾶς ὀπὸς πρὸ τοῦ 3 ξηρανθῆναι σαγαπηνοῦ μειγνυμένου ἢ ἀλεύρου ἐρεγμίνου, ὅπερ διακρίνεται τῇ γεύσει καὶ τῇ ὀσμῇ καὶ τῇ ὄψει καὶ τῇ διέσει. ἔνιοι δὲ τὸν μὲν καυλὸν σίλφιον ἐκάλεσαν, τὴν δὲ ῥίζαν μαγύδαριν, τὰ δὲ φύλλα μάσπετα. πρακτικώτατος δέ ἐστιν ὁ ὀπός, εἶτα τὰ φύλλα, εἶτα δκαυλός. ἐστι δὲ φυσώδης καὶ δριμύς, ἀλωπεκίας θεραπεύων σὺν οἴνῳ καὶ πεπέρει καὶ ὄξει καταχριόμενος, ὀξυδερκίας τε ποιητικὸς καὶ ἀρχομένης ὑποχύσεως διασκεδαστικὸς σὺν μέλιτι ἐγχριόμενος, πρὸς ὀδονταλγίας τε ἐντίθεται εἰς τὰ βρώματα καὶ