Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 80
Dioscurides Pedianus, De materia medica 80.2-2
Not analysed yet
2 συλλέγεται δὲ ὁ ὀπὸς ἐγχαρασσομένης τῆς ῥίζης καὶ τοῦ καυλοῦ. διαφέρει δὲ αὐτοῦ ὁ ὑπέρυθρος καὶ διαυγής, σμυρνίζων καὶ ἐν τῇ ὀσμῇ εὔτονος, μὴ πρασίζων μηδὲ ἀπηνὴς πρὸς τὴν γεῦσιν εὐχερῶς τε διειμένος ἐπὶ τὸ λευκὸν χρῶμα. ὁ μέντοι Κυρηναϊκός, κἂν ἐπ᾿ ὀλίγον αὐτοῦ τις γεύσηται, εὐθέως ἰκμάδα κινεῖ καθ᾿ ὅλον τὸ σῶμα τῇ τε ὀσμῇ ἐστι προσηνέστατος, ὥστε γευσαμένῳ μηδὲ τὸ στόμα πνεῖν, εἰ μὴ ἐπ᾿ ὀλίγον. ὁ δὲ Μηδικὸς καὶ ὁ Συριακὸς τῇ δυνάμει εἰσὶν ἀσθενέστεροι καὶ βρωμωδεστέραν ἔχουσι τὴν ὀσμήν.