Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 80
Dioscurides Pedianus, De materia medica 80.5
Not analysed yet
μυῶν δὲ λεία 5 σὺν ὄξει ἀλωπεκίας καταχριομένη θεραπεύει, σὺν λιβανωτῷ δὲ καὶ οἰνομέλιτι πινομένη λίθους ἐκκρίνει. προστιθέμενα δὲ παιδίοις τὰ μυόχοδᾶ κοιλίαν πρὸς ἔκκρισιν ἐρεθίζει. κυνὸς δὲ ἡ ἐν τοῖς ὑπὸ κύνα καύμασι λημφθεῖσα, ξηρὰ πινομένη μεθʼ ὕδατος ἢ οἴνου, κοιλίαν ἐφίστησιν. ἡ δὲ τῶν ἀνθρώπων πρόσφατος μὲν καταπλασθεῖσα ἀφλέγμαντα μετὰ τοῦ παρακολλᾶν φυλάττει τὰ τραύματα, ξηρὰ δὲ μετὰ μέλιτος διαχριομένη ἐπὶ συναγχικῶν βοηθεῖν παραδέδοται.