Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 80
Dioscurides Pedianus, De materia medica 80.6
Not analysed yet
ἡ δὲ τοῦ χερσαίου κροκοδείλου 6 ἁρμόζει ἐπὶ τῶν γυναικῶν πρὸς εὔχροιαν καὶ στίλβωσιν τοῦ προσώπου. καλλίστη δέ ἐστιν ἡ λευκοτάτη καὶ εὐθρυβής, κούφη τε ὥσπερ ἄμυλον ταχέως τε χυλουμένη ὑπὸ ὑγροῦ, διατριβεῖσά τε ὕποξυς καὶ ζυμίζουσα τὴν ὀσμήν. δολίζουσι δὲ αὐτὴν ψᾶρας ὀρύζῃ τρέφοντες καὶ τὴν ἄφοδον ὁμοίαν οὖσαν πωλοῦντες· οἱ δὲ ἄμυλον γῇ κιμωλίᾳ φυρῶντες καὶ χροίζοντες ἐπʼ ὀλίγον ἀγχούσῃ διʼ ἀραιοῦ κοσκίνου εἰς σανίδας ἀπηθοῦσι, καὶ ξηράναντες τὰ σκωλήκια πωλοῦσιν ἀντὶ ταύτης.