Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 80
Dioscurides Pedianus, De materia medica 80.5-2
Not analysed yet
5 ἀρήγει δὲ καὶ βρόγχου χρονίαις τραχύτησι, φωνήν τε αἰφνιδίως δασυνθεῖσαν ὕδατι διεθεὶς καὶ ἐπιρροφηθεὶς αὐτίκα ἀποκαθαίρει, κιονίδας τε στέλλει σὺν μέλιτι διαχριόμενος, συναγχικοῖς τε ἀναγαργάρισμα μετὰ μελικράτου ὠφέλιμον, εὐχρουστέρους τε ποιεῖ λαμβανόμενος ἐν διαίτη, βηχί τε ἁρμόζει ἐν ᾠῷ ῥοφητῷ διδόμενος, πλευριτικοῖς δὲ ἐν ῥοφήματι, ἰκτερικοῖς τε καὶ ὑδρωπικοῖς ὠφελίμως δίδοται μετὰ σύκων ξηρῶν. λύει καὶ ῥίγη σὺν πεπέρει καὶ πηγάνῳ καὶ οἴνῳ ποθείς, τετανικοῖς τε καὶ ὀπισθοτονικοῖς ὀβολοῦ ὁλκὴν κηρῷ περιπλάσας δίδου καταπίνειν, βδέλλας τε τὰς προσισχομένας τῇ καταπόσει ἀναγαργαριζόμενος μετ᾿ ὄξους ἀποβάλλει. καὶ τοῖς γάλα τεθρομβωμένον ἔνδον ποιοῦσι καὶ ἐπιληπτικοῖς μετ᾿ ὀξυμέλιτος ληφθεὶς βοηθεῖ.