Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 80
Dioscurides Pedianus, De materia medica 80.6-2
Not analysed yet
6 ποθεῖς δὲ σὺν πεπέρει καὶ σμύρνῃ καταμήνια ἄγει, κοιλιακούς τε ἐν ῥαγὶ σταφυλῆς λαμβανόμενος ὠφελεῖ· μετὰ δὲ κονίας ποθεὶς ὠφελεῖ τὰ αἰφνίδια σπάσματα καὶ ῥήγματα· διαλύεται δὲ εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ. τὸ δὲ ὀπόφυλλον αὐτοῦ τὰ αὐτὰ ποιεῖ, παρὰ πολὺ δὲ ἔλασσον· ἐσθίεται δὲ μετ᾿ ὀξυμέλιτος ἁρμόζον τοῖς περὶ ἀρτηρίαν, μάλιστα δὲ ἀποκοπεῖσιν ἤχοις. χρῶνται δὲ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ εὐζώμου. λέγεται δὲ καὶ ἑτέρα μαγύδαρις γεννωμένη ἐν Λιβύῃ, ῤίζα παρομοία σιλφίῳ, ἧττον δὲ παχεῖα καὶ δριμεῖα καὶ χαύνη καὶ ὀπὸν μὴ ἔχουσα, ποιοῦσα δὲ τὰ αὐτὰ τῷ σιλφίῳ.