Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 81
Dioscurides Pedianus, De materia medica 81.2-2
Not analysed yet
ἄγει καὶ ἔμμηνα 2 καὶ ἔμβρυα φθείρει μεθ᾿ ὑδρομέλιτος πινόμενον, ἀρήγει καὶ θηριοδήκτοις μετ᾿ οἴνου λαμβανόμενον, διεγείρει καὶ ὑστερικῶς πνιγομένας μετ᾿ ὄξους ὀσφραινόμενον, οὐλάς τε ἀποσμήχει τὰς ἐν ὀφθαλμοῖς καὶ ἀμβλυωπίας καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ ὑποχύματα. διαλύεται δὲ ὥσπερ ὁ ὀπὸς πηγάνῳ καὶ ὕδατι ἢ πικροῖς ἀμυγδάλοις ἢ μέλιτι ἢ ἄρτῳ θερμῷ.