Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 81
Dioscurides Pedianus, De materia medica 81.1-2
Not analysed yet
81 σαγαπηνόν· ὀπός ἐστι πόας ναρθηκοειδοῦς, γεννωμένης ἐν Μηδίᾳ. διαφέρει δὲ αὐτοῦ τὸ διαυγές, ἔξωθεν μὲν κιρρόν, ἐκ δὲ τῶν ἐντὸς λευκόν, ὄζον μεταξὺ ὀποῦ σιλφίου καὶ χαλβάνης, δριμὺ ἐν τῇ γεύσει. ποιεῖ δὲ πρὸς θώρακος καὶ πλευρᾶς πόνον, ῥήγματα, σπάσματα, βῆχας χρονίους, πάχη τε τὰ ἐν πνεύμονι ἀνακαθαίρει. δίδοται δὲ καὶ ἐπιληπτικοῖς, ὀπισθοτονικοῖς, σπληνικοῖς, παραλυτικοῖς, κατεψυγμένοις, περιοδικοῖς πυρετοῖς ἐν ποτήματι· καὶ ἐν συγχρίσματι δὲ ὠφελίμως προσάγεται.