Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 82
Dioscurides Pedianus, De materia medica 82.1
Not analysed yet
82 μέλι πρωτεύει τὸ Ἀττικὸν καὶ τούτου τὸ Ὑμήττιον καλούμενον, εἶτα τὸ ἀπὸ τῶν Κυκλάδων νήσων καὶ τὸ ἀπὸ τῆς Σικελίας, Ὑβλαῖον καλούμενον. ἔστι δὲ δοκιμώτατον τὸ γλυκύτατον καὶ δριμύ, εὐωδέστερον, ὑπόξανθον, οὐχ ὑγρόν, ὅλκιμον δὲ καὶ εὔτονον, καὶ ἐν τῷ ἑλκυσθῆναι ἀνατρέχον ὡς ἐπὶ τὸν δάκτυλον. δύναμιν δὲ ἔχει σμηκτικήν, ἀναστομωτικήν, ὑγρῶν προκλητικήν, ὅθεν ἁρμόζει ἓλκεσι ῥυπαροῖς καὶ κόλποις ἐγκλυζόμενον.