Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 81
Dioscurides Pedianus, De materia medica 81.3
Not analysed yet
αἰγὸς δὲ ὕδρωπα τὸν ὑπὸ σάρκα 3 πινόμενον μετά νάρδου στάχυος καθʼ ἑκάστην ἡμέραν σὺν ὕδατι κυάθων πλῆθος δύο ταπεινοῖ, ἄγον οὖρον καὶ τὰ κατὰ τὴν κοιλίαν· ἰᾶται δὲ καὶ ὠταλγίας ἐνσταζόμενον. τὸ δὲ τῆς λυγγός, ὅ δὴ λυγγούριον καλεῖται, ἅμα τῷ ἐξουρηθῆναι λιθοῦσθαι πεπίστευται· διὸ καὶ ματαίαν ἔχει τὴν ἱστορίαν. ἐστι γὰρ τὸ καλούμενον ὑπʼ ἐνίων ἤλεκτρον πτερυγοφόρον, ὅπερ ποθὲν σὺν ὕδατι στομάχῳ καὶ ῥευματιζομένῃ κοιλίᾳ ἁρμόζει. ὄνου δὲ οὖρον παραδέδοται πινόμενον νεφριτικούς ὑγιάζειν.