Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 82
Dioscurides Pedianus, De materia medica 82.2-2
Not analysed yet
2 ἔστι δὲ δύο γένη τοῦ ὀποῦ· τὸ μέν τι διαυγὲς ὡς σαρκοκόλλα, κατὰ μέγεθος ὀρόβων τὸ δέ τι ἐν ταῖς κοιλίαις ξυσματῶδες καὶ συνεστός. δολοῦται δὲ καὶ σαρκοκόλλῃ καὶ κόμμει μειγνυμένοις· ἐκλέγου δὲ τὸν διαυγῆ καὶ δριμύν. δυσδοκίμαστος δέ ἐστι τῇ γεύσει λαμβανόμενος διὰ τὸ ἅπαξ δηχθείσης τῆς γλώσσης ἐπιμένειν τὴν πύρωσιν ἐφ᾿ ἱκανὸν χρόνον ὥστε πᾶν τὸ προαγόμενον εὐφόρβιον δοκεῖν εἶναι. ἡ μέντοι εὕρεσις αὐτοῦ κατὰ Ἰόβαν (F. H. G. III 473), τὸν βασιλέα τῆς Λιβύης, ἐπεγνώσθη.