Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 82
Dioscurides Pedianus, De materia medica 82.3-2
Not analysed yet
3 δύναμιν δὲ ἔχει ὁ ὀπὸς διαφορητικὴν ὑποχυμάτων ἐγχριόμενος· πυροῖ μέντοι δι᾿ ὅλης τῆς ἡμέρας, ὅθεν μέλιτι μείγνυται καὶ κολλυρίοις κατ᾿ ἀναλογίαν τῆς δριμύτητος· ἁρμόζει καὶ ἰσχίων ἀλγήμασι μιγεὶς ἀρωματικῷ ποτήματι καὶ πινόμενος· ἀφίστησι δὲ καὶ λεπίδας αὐθημερόν· δεῖ μέντοι χρωμένους ἀσφαλίζεσθαι τὴν περικειμένην τοῖς ὀστοῖς σάρκα μοτοῖς ἢ κηρωτῇ. ἱστοροῦσι δέ τινες μηδὲν παρακολουθεῖν δυσχερὲς τοῖς ἑρπετοδήκτοις, ἐάν τις ἐγκόψας αὐτῶν ἄχρι ὀστέου τὸ δέρμα τῆς κεφαλῆς ἐνθῇ τὸν ὀπὸν λεῖον καὶ ῥάψῃ τὸ τραῦμα.