Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 82
Dioscurides Pedianus, De materia medica 82.2-3
Not analysed yet
βοηθοῦνται δὲ 2 πάντες ποτιζόμενοι νίτρῳ καὶ ἐλαίῳ ἢ κονίᾳ μετʼ ὀξάλμης ἢ θύμβρας ἀποζέματι ἢ ἀριγάνῳ ἢ ἀρνιθείᾳ κόπρῳ μετʼ ὄξους πινομένῃ ἢ μέλιτι πολλῷ ἐκλειχομένῳ. τρόφιμοι δέ εἰσι καὶ δυσδιάλυτοι· ὁλοσχερεῖς δὲ ὡς ἐπὶ τὸ πολὺ σὺν τοῖς περιττώμασιν ἀποδίδονται.