Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 82
Dioscurides Pedianus, De materia medica 82.1-3
Not analysed yet
82 μυκήτων διαφορὰ δισσή· ἢ γὰρ βρώσιμοί εἰσιν ἢ φθαρτικοί. παρὰ πολλὰς δὲ αἰτίας γίνονται τοιοῦτοι· ἢ γὰρ ἥλοις κατιωμένοις ἢ ῥάκεσι σεσηπόσιν ἢ ἑρπετῶν φωλεοῖς παραφύονται ἢ δένδρεσιν ἰδίως βλαπτικοῖς. ἔχουσι δὲ καὶ γλινώδη οἱ τοιοῦτοι ἐπίπαγον, κατατεθέντες δὲ μετὰ τὸ ἀφαιρεθῆναι ταχέως διαφθείρονται σηπόμενοι· οἱ δὲ μὴ τοιοῦτοι, ζωμοποιοὶ ἡδεῖς. πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυσπεπτούμενοι, πνίγοντες ἢ χολέραν ἐπάγοντες.