Ancient Greek
82.3 to 82.4
Dioscurides Pedianus, De materia medica 82.3-4
Not analysed yet
3 κινεῖ δὲ καὶ οὖρα, καὶ βηξὶν ἁρμόζει καὶ τοῖς ὑπὸ ἑρπετῶν δηχθεῖσι, καὶ πρὸς μηκωνίου πόσιν μετὰ ῥοδίνου θερμὸν λαμβανόμενον, καὶ πρὸς μύκητας καὶ λυσσοδήκτους ἐκλειχόμενον ἢ πινόμενον. ἔστι μέντοι τὸ ὠμὸν φυσῶδες κοιλίας καὶ βηχὸς ἐρεθιστικόν, ὅθεν ἐξηφρισμένῳ δεῖ χρῆσθαι. πρωτεύει δὲ τὸ ἐαρινόν, εἶτα τὸ θερινόν· τὸ δὲ χειμερινὸν παχύτερον ἂν χεῖρον καὶ κηρανθέμους ποιοῦν. 4 τὸ δὲ ἐν Σαρδονίᾳ μέλι γινόμενον, πικρὸν ἂν διὰ τὴν τοῦ ἀψινθίου νομήν, ἁρμόζει πρὸς ἐφηλίδας καὶ σπίλους τοὺς ἐν. προσώπῳ καταχρισθέν. γεννᾶται δὲ ταὶ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ κατά τινας καιροὺς διά τινα ἀνθῶν ἰδιότητα μέλι, ὃ τοὺς φαγόντας ἐξίστησι μετὰ ἐφιδρώσεως. βοηθοῦνται δὲ πήγανον ἐσθίοντες καὶ τάριχον καὶ οἰνόμελι πίνοντες, καὶ ὁσάκις ἄν ἐξεμέσωσι, τὰ αὐτὰ προσφερόμενοι.