Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 82
Dioscurides Pedianus, De materia medica 82.5
Not analysed yet
ἔστι δὲ δριμύ καὶ πταρμούς κατὰ τὴν ὄσφρησιν 5 κινοῦν, θεραπεῦον ἔφηλιν καταχρισθὲν μετὰ κόστου, μετὰ δὲ ἁλὸς πελιώματα αἴρει. καλεῖται δέ τι καὶ σάκχαρον, εἶδος ὂν μέλιτος πεπηγότος ἐν Ἰνδίᾳ καὶ τῇ εὐδαίμονι Ἀραβίᾳ, εὑρισκόμενον ἐπὶ τῶν καλάμων, ὅμοιον τῇ συστάσει ἁλσὶ καὶ θραυόμενον ὑπὸ τοῖς ὀδοῦσι καθάπερ οἱ ἅλες. ἐστι δὲ εὐκοίλιον, εὐστόμαχον, διεθὲν ὕδατι καὶ ποθέν, ὠφελοῦν κύστιν κεκακωμένην καὶ νεφρούς καθαίρει δὲ καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἐγχριόμενον.