Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 84
Dioscurides Pedianus, De materia medica 84.1
Not analysed yet
84 ἀμμωνιακόν· καὶ τοῦτο ὀπός ἐστι νάρθηκος γεννωμένου ἐν τῇ κατὰ Κυρήνην Λιβύῃ· καλεῖται δὲ αὐτοῦ ὅλος ὁ θάμνος σὺν τῇ ῥίζῃ ἀγασυλλίς. ἐγκριτέον δὲ αὐτοῦ τὸ εὔχρουν καὶ ἄλιθον καὶ ἄξυλον καὶ λιβανωτίζον τοῖς χόνδροις καὶ καθαρὸν καὶ πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν, καστορίζον τῇ ὀσμῇ, πικρὸν δὲ τῇ γεύσει. καλεῖται δὲ τὸ τοιοῦτο θραῦσμα, τὸ δὲ γεῶδες ἢ λιθῶδες φύραμα· γεννᾶται δὲ ἐν Λιβύῃ τῇ κατ᾿ Ἄμμωνα, χυλὸς δένδρου ναρθηκοειδοῦς ὤν.