Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 83
Dioscurides Pedianus, De materia medica 83.3-2
Not analysed yet
3 λύεται δὲ εἰς μὲν τὰ ποτήματα πικροῖς ἀμυγδάλοις καὶ ὕδατι ἢ πηγάνῳ ἢ μελικράτῳ ἢ ἄρτῳ θερμῷ, ἄλλως δὲ μηκωνίῳ, χαλκῷ κεκαυμένῳ, χολῇ ὑγρᾷ. καθαίρειν δὲ αὐτὴν βουλόμενος κάθες εἰς ζεστὸν ὕδωρ· τακείσης γὰρ αὐτῆς ἐπιπλεύσει τὸ ῥυπαρόν, ὅπερ χωρίσεις οὕτως· εἰς ὀθόνιον καθαρὸν ἀραιὸν ἐνδήσας ἀποκρέμασον εἰς χαλκῆν πυξίδα ἢ εἰς ὀστράκινον ἀγγεῖον, ὥστε μὴ ἅπτεσθαι τοῦ πυθμένος τοῦ ἄγγους τὸν ἔνδεσμον, καὶ πωμάσας εἰς ἀναβραστὸν ν ὕδωρ κάθες· οὕτως γὰρ τὸ μὲν νόστιμον εἰς τὸ ἄγγος ἀποτακήσεται ὡς δι᾿ ἠθμοῦ, τὸ δὲ ξυλῶδες ἐν τῷ ὀθονίῳ μενεῖ.