Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 85
Dioscurides Pedianus, De materia medica 85
Not analysed yet
85 σαρκοκόλλα· ἔστι δάκρυον δένδρου γεννωμένου ἐν τῇ Περσίδι, ἐοικὸς λιβανωτῷ λεπτῷ, ὑπόκιρρον, ἔμπικρον τῇ γεύσει. δύναμιν δὲ ἔχει κολλητικὴν τραυμάτων καὶ ἐφεκτικὴν τῶν ἐν ὀφθαλμοῖς ῥευμάτων· μείγνυται δὲ καὶ ἐμπλάστροις. δολοῦται δὲ κόμμεως αὐτῇ μειγνυμένου.