Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 86
Dioscurides Pedianus, De materia medica 86.1
Not analysed yet
86 κριθὴ δὲ ἀρίστη ἡ λευκὴ καὶ καθαρά, ἀτροφωτέρα δὲ πυροῦ· τοῦ μέντοι γινομένου ἐξ αὐτῆς ἀλρ ίτου ἡ πτισάνη τροφιμωτέρα διὰ τὴν ἐν τῇ ἑψήσει χύλωσιν, ποιοῦσα πρὸς τὰς δριμύτητας καὶ τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ ἑλκώσεις, πρὸς ἃς καὶ ἡ πυρίνη πτισάνη ἁρμόζει, τροφιμωτέρα καὶ οὐρητικωτέρα οὖσα κατασπᾷ δὲ καὶ γάλα συνεψηθεῖσα μαράθου σπέρματι καὶ ῥοφουμένη. ἔστι δὲ ἡ κριθὴ οὐρητική, σμηκτική, φυσώδης, κακοστόμαχος, συμπεπτικὴ οἰδημάτων.