Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 86
Dioscurides Pedianus, De materia medica 86.2
Not analysed yet
2 διαφορεῖ δὲ τὸ ἐξ αὐτῆς ἄλευρον μετὰ σύκων καὶ μελικράτου ἑψηθὲν οἰδήματα καὶ φλεγμονάς, συμπέσσει δὲ τὰς σκληρίας μετὰ πίσσης καὶ ῥητίνης καὶ περιστερᾶς κόπρου, σὺν μελιλώτῳ δὲ καὶ κωδίαις μήκωνος ἀνωδυνίαν παρέχει τοῖς πλευράν ἀλγοῦσι. καταπλάσσεται δὲ καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων μετὰ λινοσπέρμου καὶ τήλεως καὶ πηγάνου, μετὰ πίσσης δὲ ὑγρᾶς καὶ κηροῦ καὶ οὔρου παιδὸς ἀφθόρου καὶ ἐλαίου χοιράδας ἐκπέττει. σὺν μυρσίνῃ δὲ ἢ οἴνῳ ἢ ἀχράσιν ἢ βάτῳ ἢ σιδίοις κοιλίας ῥεύματα ἵστησι, σὺν κυδωνίῳ δὲ ἢ ὄξει ποδαγρικάς φλεγμονὰς ὠφελεῖ.