Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 87
Dioscurides Pedianus, De materia medica 87-3
Not analysed yet
87 φακὸς ὁ ἐπὶ τῶν τελμάτων, εὑρισκόμενος ἐπὶ τῶν στασίμων ὑδάτων, βρύον ὂν ὅμοιον φακῷ, ψῦχον τῇ δυνάμει, πάσαις φλεγμοναῖς καὶ ἐρυσιπέλασι καὶ ποδάγραις ἁρμόζει καταπλασσόμενος καθʼ ἑαυτόν τε καὶ σὺν ἀλφίτῳ. παρακολλᾷ δὲ καὶ ἐντεροκήλας τὰς ἐπὶ παίδων.