Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 88
Dioscurides Pedianus, De materia medica 88.2
Not analysed yet
2 δύναμιν δὲ ἔχει ψυκτικήν, στύφουσαν, ποιοῦσαν πρὸς ἐρυσιπέλατα, ἐρπητας, νομάς, ὀφθαλμῶν φλεγμονάς, πυρίκαυτα, ποδάγρας καταπλασσόμενα τὰ φύλλα καθʼ ἑαυτά τε καὶ μετὰ ἀλφίτων. ὁ δὲ χυλὸς μετὰ ῥοδίνου πρὸς κεφαλαλγίας ἐμβρέχεται καὶ φαλαγγιοδήκτοις ἐν ποτῷ δίδοται καὶ διαρροιζομένοις καὶ δυσεντερικοῖς, στρογγύλας τε ἕλμεις ἐκτινάσσει σὺν οἴνῳ ποθείς· ἵστησι καὶ ῥοῦν γυναικεῖον ἐν προσθέτῳ. ἐγχρίεται δὲ ὁ χυλὸς καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ὠφελίμως.