Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 89
Dioscurides Pedianus, De materia medica 89-2
Not analysed yet
89 ἀείζῳον τὸ μικρόν· φύεται ἐν τοίχοις καὶ πέτραις καὶ θριγκοῖς καὶ τάφοις ὑποσκίοις. καυλία ἀπὸ μιᾶς ῥίζης πολλά, περίπλεα φυλλαρίων περιφερῶν, λιπαρῶν, μικρῶν, ὀξέων ἐπʼ ἄκρου· ἀνίησι δὲ καὶ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγεθος, ἔχοντα σκιάδιον καὶ ἄνθη χλωρὰ καὶ λεπτά. τούτου τὰ φύλλα δύναμιν ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.