Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 89
Dioscurides Pedianus, De materia medica 89.1
Not analysed yet
89 ἰξός· ἔστι καλὸς ὁ λεῖος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δὲ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες. συνάγεται δὲ ἔκ τινος καρποῦ περιφεροῦς, γεννωμένου ἐν ἰξίᾳ τῇ ἐχούσῃ τὰ φύλλα ὅμοια πύξῳ. κόπτεται δὲ ὁ καρπός, εἶτα πλύνεται, εἶτα ἕψεται ἐν ὕδατι· ἔνιοι δὲ μασώμενοι αὐτὸν ἐργάζονται. γίνεται δὲ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων· εὑρίσκεται δὲ καὶ πρὸς ῥίζαις θάμνων τινῶν.