Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 88
Dioscurides Pedianus, De materia medica 88.1
Not analysed yet
88 ἡ δὲ ἰχθυοκόλλα λεγομένη κοιλία ἐστὶν ἰχθύος κητῴου. διαφέρει δὲ ἡ ἐν Πόντῳ γεννωμένη, οὖσα λευκή, ὑπόπαχυς, οὐ ψωρώδης, τάχιστα τηχομένη. εὐθετεῖ δὲ εἴς τε τὰς κεφαλικὰς ἐμπλάστρους καὶ εἰς τὰς λεπρικὰς δυνάμεις καὶ εἰς τετάνωθρα τῶν προσώπων.