Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 90
Dioscurides Pedianus, De materia medica 90-2
Not analysed yet
90 ἀπαρίνη· οἱ δὲ ἀμπελόκαρπον, οἱ δὲ ὀμφαλόκαρπον καλοῦσιν, οἱ δὲ φιλάνθρωπον. κλῶνες πολλοί, μακροί, τετράγωνοι, τραχεῖς· φύλλα δὲ ἐκ διαστήματος περικείμενα κυκλοτερῶς ὥσπερ τὰ τοῦ ἐρυθροδάνου, ἄνθη λευκά, σπέρμα σκληρόν, στρογγύλον, ὑπόκοιλον ἐκ μέσου ὡς ὀμφαλός· προσέχεται δὲ καὶ ἱματίοις ἡ πόα. χρῶνται δ᾿ αὐτῇ καὶ οἱ ποιμένες ἀντὶ ἠθμοῦ ἐπὶ τοῦ γάλακτος πρὸς ἔκληψιν τῶν ἐν αὐτῷ τριχῶν. ταύτης τὸ σπέρμα καὶ οἱ καυλοὶ καὶ τὰ φύλλα χυλισθέντα φαλαγγιοδήκτοις καὶ ἐχιοδήκτοις βοηθεῖ μετ᾿ οἴνου πινόμενα, καὶ ὠταλγίας ἰᾶται ὁ χυλὸς ἐγχυματιζόμενος. ἡ δὲ πόα ἀναληφθεῖσα ὀξυγγίῳ διαφορεῖ χοιράδας.