Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 93
Dioscurides Pedianus, De materia medica 93.91
Not analysed yet
93 ἀκαλήφη· οἱ δὲ κνίδην. δισσὸν εἶδος ταύτης· ἡ μὲν γάρ ἐστιν ἀγριωτέρα, τραχυτέρα καὶ πλατυτέρα καὶ μελαντέρα τοῖς φύλλοις, καρπὸν δὲ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δʼ ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα. ἀμφοτέρων δὲ τὰ φύλλα καταπλασσόμενα μεθʼ ἀλῶν κυνόδηκτα ἰᾶται καὶ γαγγραινικὰ καὶ κακοήθη καὶ καρκινώδη καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καὶ στρέμματα, φύματα, παρωτίδας, φύκοτυληδὼν γεθλα, ἀποστήματα· σπληνικοῖς δὲ μετὰ κηρωτῆς ἐπιτίθεται· ποιεῖ καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας τὰ φύλλα σὺν τῷ χυλῷ λεῖα ἐντιθέμενα· κινεῖ δὲ καὶ ἔμμηνα λεῖα μετὰ σμύρνης προστεθέντα καὶ ὑστέρας προπτώσεις ἀποκαθίστησι προσαπτόμενα νεαρὰ τὰ φύλλα.