Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 92
Dioscurides Pedianus, De materia medica 92-3
Not analysed yet
92 ἔστι δὲ καὶ ἕτερον εἶδὸς κοτυληδόνος, πλατύτερα ἔχον καὶ λιπαρὰ τὰ φύλλα, ὡς γλωττάρια, πυκνὰ περὶ τῇ ῥίζῃ, οἱονεὶ ὀφθαλμὸν ἐν μέσῳ περιγράφοντα ὥσπερ τὸ μεῖζον ἀείζῳον, τῇ γεύσει στύφοντα, καυλίον λεπτὸν καὶ ἐπʼ αὐτοῦ ἄνθη καὶ σπερμάτια ὄμοια ὑπερικῷ, ῥίζαν μείζονα. ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζῳον.