Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 94
Dioscurides Pedianus, De materia medica 94-3
Not analysed yet
94 γαλήοψις· οἱ δὲ γάληψις, οἱ δὲ γαλεόβδολον καλοῦσιν. ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ, λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῇ διατρίψει, ἄνθη λεπτά, πορφυρᾶ φύεται ἐν φραγμοῖς καὶ περὶ τὰς ὁδοὺς καὶ τὰ οἰκόπεδα πανταχοῦ. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καυλὸς διαλυτικὴν σκληρωμάτων, καρκινωμάτων, χοιράδων, φυγέθλων, παρωτίδων. δεῖ δὲ δὶς τῆς ἡμέρας μετʼ ὄξους καταπλάσσειν χλιαρὸν ποιοῦντας τὸ κατάπλασμα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς καταντλεῖται ὠφελίμως· ποιεῖ καὶ πρὸς νομὰς καὶ γαγγραίνας καὶ σηπεδόνας μεθʼ ἁλὸς καταπλασσόμενα.