Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 96
Dioscurides Pedianus, De materia medica 96-3
Not analysed yet
96 ἡριγέρων· καυλίον ἐστὶ πηχυαῖον, ὑπέρυθρον ἡσυχῆ, ἔχον φυλλάρια ἀκροσχιδῆ ὥσπερ εὔζωμον, παρὰ πολὺ δὲ ἐλάττονα· ἄνθη μηλίζοντα, ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους πάππους· ὅθεν καὶ ἠριγέρων ὠνομάσθη διὰ τὸ τοῦ ἦρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι· ῥίζα ἄχρηστος. φύεται μάλιστα ἐπὶ θριγκῶν καὶ περὶ τὰς πόλεις. 2 δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα σὺν τοῖς ἄνθεσιν, ὅθεν καταπλασσόμενα σὺν οἴνῳ γλυκεῖ ὀλίγῳ καὶ καθ᾿ ἑαυτὰ φλεγμονὰς ὄρχεων καὶ δακτυλίου θεραπεύει, σὺν δὲ μάννῃ τά τε ἄλλα τραύματα καὶ τὰ ἐν νεύροις ἰᾶται. καὶ οἱ πάπποι δὲ καθʼ ἑαυτοὺς σὺν ὄξει καταπλασθέντες τὸ αὐτὸ δρῶσι· ποθέντες μέντοι οἱ νεαροὶ πάπποι πνιγμὸν ἐπιφέρουσιν.