Ancient Greek
Volume 11.2
Dioscurides Pedianus, Περὶ παιωνίας καὶ ὅσα ποιεῖν δύναται (e cod. Matrit. Bibl. Nat. 4616, fol. 159) 2.164
Not analysed yet
Περὶ παιωνίας καὶ ὅσα ποιεῖν δύναται. Ταύτην οἰ Ῥωμαῖοι κάσταν ὀνομάζουσι· Παιωνία ἐκλήθη διὰ τὸ τὸν Παίωνα ταύτην εὑρηκέναι. αὕτη διώκει δαίμονας, θεραπεύει πᾶν πάθος ζῴου σὺν τῇ τροφῇ κοπεῖσα καὶ μιγνυμένη. ἀπελαύνει καὶ θηρίων ἰοβόλων ἀπειλὴν οἰνομέλιτι διδομένη, ῥύεται δὲ καὶ τοὺς ἀπὸ φαρμάκων δηλητηρίων προειλημμένους ἐσθιομένη· φορουμένη δὲ οὐκ ἐᾷ τινα τῷ φοροῦντι προσενενέγκαι δηλητήρια· ἐκπίπτει γὰρ ἀπὸ τοῦ προσάγοντος. τιθεμένη δὲ ἐν χωρίοις ἀποστρέφει χάλαζαν καὶ ἰριούβας καὶ μεγάλους χειμῶνας. καὶ ἐν πλοίοις δεσμουμένη ἀποδιώκει γνόφον καὶ κίνδυνον τοῦ βλάπτοντος ἀστέρος. διατηρεῖ δὲ πάντα ἄνθρωπον ἄνοσον φορουμένη, ἀποτρέπει καὶ λοιμικὴν νόσον, καὶ πᾶς αὐτὴν δαίμων φοβεῖται καὶ φρυάσσει· ἀνάκειται γὰρ τῷ ἀρχαγ-