Ancient Greek
Volume 11.2
Dioscurides Pedianus, Περὶ παιωνίας καὶ ὅσα ποιεῖν δύναται (e cod. Matrit. Bibl. Nat. 4616, fol. 159) 2.165
Not analysed yet
γέλῳ τῷ ὄντι τεταγμένῳ ἐπὶ τῶν δαιμόνων. ἰᾶται δὲ καὶ πάντα ἄνθρωπον ἀπὸ μολυσμοῦ καὶ προχυμάτων καὶ βασκανίας. ῥύεται δὲ καὶ πάσης νόσου καὶ ἀπειλῆς ἀέρων ἐν ὁδῷ. ἡ δὲ χρῆσις αὐτῆς· κεκομμένης καὶ μετὰ μέλιτος προσφερομένης τοῖς ἡπατικοῖς καὶ σπληνικοῖς καὶ κοιλιακοῖς διδομένη, καὶ λιθιῶσιν ἐν οἴνῳ, τοῖς δὲ πυρέσσουσιν ἐν ὕδατι, τοῖς δὲ ἰσχιαδικοῖς καὶ τὰ νεῦρα ἀλγοῦσι μετὰ ἐλαίου ἀφέψῶν. τοῖς δὲ ληθαργικοῖς καὶ ὀνειρώττουσι περίαπτε μετὰ ἐλλεβόρου λευκοῦ, τοῖς δὲ κωλικοῖς περίαπτε μετὰ κοραλλίδος βοτάνης καὶ κολίταλα· ταῖς δὲ ἔχουσαις ὄλισθον περίαπτε ἀμύγδαλα τὰ μεμυκότα. Παιωνία ἄρρην ἢ γλυκυσίδη. οἱ δὲ πρωτόροβον, οἱ δὲ ὀροβάδιον, οἱ δὲ ὀρόβαξ, οἱ δὲ αἱμάγωγον, οἱ δὲ μονιένιον, οἱ δὲ λαύραντα, Ῥωμαῖοι κάσταν <καλοῦσι>. φύλλα ἔχει ἡ μὲν ἄρρην βασιλικῷ καρύῳ ὅμοια, ἡ δὲ θήλεια ὑπέσχισται τὰ φύλλα ὥσπερ σμυρνίον, λωβοὺς δέ τινας ἀνίησιν ἐπ' ἄκρου τοῦ καύλου ἀμυγδάλου ὁμοίους, ὧν ἀνοιχθέντων εὑρίσκονται ἐρυθροὶ κόκκοι μικροὶ ἐμφερεῖς τοῖς τῆς ῥοᾶς, ἐν μέσῳ δὲ μέλανες, ἐμπόρφυροι εʹ ἢ ϛʹ. ῥίζα δὲ τῆς μὲν ἄρρενος περὶ δακτύλου πάχος, μῆκος δὲ σπιθαμῆς, γευομένῳ στύφουσα. ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὥσπερ βαλάνους ἔχουσα ἐν τῇ ῥίζᾳ ζʹ ἢ ηʹ ὡς ἀσφόδελος. δίδοται ξηρὰ ἢ ῥίζα γυναιξὶ ταῖς μὴ ἐκ τόκου καθαιρομέναις, κινεῖ δὲ καὶ καταμήνια ἀμυγδάλου μέγεθος πινομένη. τοῖς τε κατὰ γαστέρα ὀδυνήμασι βοηθεῖ ποθεῖσα ἐν οἴνῳ, ὠφελεῖ δὲ καὶ νεφριτικοὺς καὶ ἰκτερικοὺς καὶ κύστιν ἀλγοῦντας. ἑψηθεῖσα δὲ ἐν οἴνῳ καὶ πινομένη κοιλίαν ἵστησι. τοῦ δὲ καρποῦ ιʹ ἢ ιβʹ κόκκοι πυρροὶ ποθέντες οἴνῳ μέλανι αὐστηρῷ ῥοῦν τὸν ἐρυθρὸν ἵστησι, στομαχικοῖς τε καὶ δακνομένοις ἐσθιόμενοι βοηθοῦσι καὶ ὑπὸ τῶν παιδίων πινόμενοι καὶ ἐσθιόμενοι ἀρχὴν λιθιάσεως παραιτοῦνται· οἱ δὲ μέλανες καὶ πρὸς τοὺς ἐφιαλτῶν πνιγμοὺς καὶ ὑστερικὰς πνιγὰς καὶ ὀδύνας μήτρας ἐν μελικράτῳ οἴνῳ ὅσον ιεʹ κόκκοι πινόμενοι ποιοῦσι. φύεται δὲ ἐν ὑψηλοτάτοις [καὶ] ὄρεσι καὶ ἀκρωτηρίοις. Καὶ ἡ θήλεια τὰ αὐτὰ ποιεῖ. ποιεῖ δὲ καὶ πρὸς τὸ μὴ λυσσᾶν μήτε