Ancient Greek
Volume 11.2
Dioscurides Pedianus, Περὶ παιωνίας καὶ ὅσα ποιεῖν δύναται (e cod. Matrit. Bibl. Nat. 4616, fol. 159) 2.166
Not analysed yet
ἄνθρωπον, μήτε κύνας. δίδοται δὲ ἐν τροφῇ ὀρνέων. τὴ(ν) κόρυζαν ἀπελαύνει παραβαλλομένη ἐν τροφῇ. τοὺς δὲ καταδεδεσμένους ὑπὸ φαρμακείας λῦσον οὕτως· ἀφεψήσας ὕδατι τὰ φύλλα λοῦσον τῷ ἀφέψηματι τὸν κάμνοντα καὶ πότισον καὶ περίαψαι αὐτῷ τὴν ῥῖνα. λαμβάνεται δὲ οὕτως· ἁγνεύσας ἡμέρας γʹ ἀσπάζου αὐτην τὴν βοτάνην ἐλθὼν πρωὶ εἰς αὐτὴν καὶ λέγε τρίς· «Χαῖρε ἱερὰ βοτάνη παιωνία, ὅτι σὺ βασιλεὺς πασῶν τῶν βοτανῶν». ἡλίου δὲ δύνοντος ἐπὶ τρεῖς ἡμέρας λέγε τὰ αὐτά, εἶτα τῇ δʹ ἡλίου ὄντος ὑπὲρ γῆν ἐκ τετραγώνου σκάπτε ἀπὸ πηχέως ἀπέχων τῆς βοτάνης, καὶ ἀνάδησον αὐτῆς τοὺς κλάδους, εἶτα σκάψας ἐπιμελῶς ἀν(α)βάστασον ἐκ ῥιζῶν τὴν βοτάνην, ἢ προσδήσας αὐτῇ κύνα, τύπτε αὐτόν, ἵνα ἀνασπάσῃ, καὶ ἀπόθου ἐν ὀθονίῳ καθαρῷ καὶ εἰς τὸν βόθρον βάλλε μελίκρατον ἑρμείαν καὶ ῥίνισμα χρυσοῦ καὶ ἀργύρου καὶ μὴ περικάλυπτε δὲ τὸν τόπον τῇ γῇ. αὐτὴν δὲ βαστάσας κόμιζε εἰς τὴν οἰκίαν σου καὶ ἀπόθου ἱερατικῶς ἐπὶ τρίποδα ἐστεμμένην ἄνθεσι τοῖς τοῦ καιροῦ, καὶ ἄντικρυς ποιήσας ἄνθρακας ἄτμιζε ἀρώμασι παντοίοις, καὶ λέγε τὸν λόγον τοῦτον· «Λόγε ἀένναε κόσμου καὶ οὐρανὲ καὶ ῥωσμένη καὶ Ἥλιε πανδερκῆ ἐνθάδε εὐμενήσατε ἐπὶ τῆς ἱερᾶς καὶ ἐνδόξου παιωνίας, ὅπως μοι πάνυ μέν(ῃ) μετὰ τῆς ὑμετέρας δυνάμεως, καὶ μή με φύγῃ, ἀλλ' ἔχοιμι αὐτὴν ἐπὶ σωτηρίᾳ παντὸς ἀνθρώπου καὶ εὐρωστίᾳ, καὶ ἐνδυναμώσατε αὐτὴν εἰς πᾶσάν μοι πρᾶξιν· ὅπου ἄν εἰμι ἐν κόσμῳ ὅς ἐστιν ὑπήκοός μοι, ἔστω μετ' ἐμοῦ, κύριε Θεὲ Ἰάω Ἰάω.» Ἐὰν δὲ γυναικὸς μήτρα μὴ κατέχῃ τὸ σπέρμα, τὸ ἐσπαρμένον ἐν τῇ γῇ θεῖον βλάστημα ζωννύσθω. τῇ δὲ μὴ βουλομένῃ τεκεῖν τὸ κεχηνὸς σπέρμα μετὰ ῥύπου ἡμιόνου περίαπτε. ταῖς δὲ ἐν ὀδύναις. τικτούσαις ἢ κινδυνευούσαις τὸ κεχηνὸς σπέρμα τῆς βοτάνης ἐν ἐλαίῳ ἀλειφέσθωσαν τὴν ὀσφὺν καὶ τὸ ὑπογάστριον καὶ τέξονται.