Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.1-2
Not analysed yet
(1)τοὺς χρονίως καυσουμένους τὸν στόμαχον ὠφελεῖ ἅμα καὶ δίψαν παύει γλυκυρρίζης χυλὸς πινόμενος καὶ 〈αὐτὴ〉 ἡ ῥίζα σὺν ὕδατι, ἑλίκων ἀμπέλου ἀπόβρεγμα, ἀνδράχνης χυλὸς καὶ αὐτὴ ἐσθιομένη, σέριδος χυλὸς καταρροφούμενος, πολυγόνου χυλὸς ὁμοίως. ἐπὶ δὲ τῶν ἐξ ἀσθενείας ἀναλαμβανόντων δίψαν παύει κράμβη ἐσθιομένη ἔνωμος, σῦκα ἁπαλά, στρόβιλοι ἐσθιόμενοι, σύμφυτον πετραῖον διαμασώμενον.