Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 2
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 2.1
Not analysed yet
(1)καταπλασσόμενα δὲ ὠφελεῖ στομάχους καυσουμένους καθ’ ἑαυτὰ καὶ σὺν ἀλφίτῳ· ἀειζώου ῥίζα, κοτυληδόνος φύλλα, κύπρου φύλλα, πολύγονον, σέρις, σόγχος, σέλινον, στρύχνον κηπαῖον, ἕλικες ἀμπέλου καὶ τὰ φύλλα, ἀνδράχνη μετ’ ἀλφίτου ἢ ἄρτου, φύλλα ἀμπέλου καθ’ ἑαυτὰ ἐξ ὕδατος ψυχροῦ, ἐλάτη λεία σὺν ἀλφίτοις.