Ancient Greek
Book 1, Chapter 100
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.100.1
Not analysed yet
(106) πρὸς δὲ τὰ ἐξέρυθρα ἐξανθήματα ψιμύθιον σὺν δαφνίνῳ ἐλαίῳ καὶ θείῳ καταχριόμενον, πίτυος φλοιὸς σὺν κηρωτῇ, χαλκίτις μετ’ ὄξους καὶ ἐλαίου, κιννάβαρι μετὰ κηρωτῆς, ὄστρακον ἐξ ἴπνου μετ’ ὄξους, σεῦτλον ἑφθόν· ἐπαλείφειν δὲ δεῖ μετὰ τὰς σμήξεις αὐτῶν τηλίνῳ ἐλαίῳ ἢ μυρσινίνῳ ἢ ῥοδίνῳ ἢ οἰνανθίνῳ.