Ancient Greek
Book 1, Chapter 99
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.99.2
Not analysed yet
ἅλες σὺν στέατι μοσχείῳ καταχριόμενοι, συκῆς 〈φύλλα〉 σὺν ὄξει λεῖα, ἐρεβίνθων ἀπόζεμα, καὶ αὐτοὶ δὲ ἑφθοὶ καταπλασσόμενοι, θέρμων ἀφέψημα σμώμενον, ἰτέας ἄνθη καὶ φύλλα καταπλασσόμενα λεῖα, κάλαμος ἀρωματίτης μετὰ ὕδατος καὶ σμύρνης ἑψηθεὶς σμώμενος, κρίνου ῥίζα σμωμένη, λάδανον σὺν οἴνῳ καταχριόμενον, λιβανωτὸς σὺν νίτρῳ καὶ ὕδατι ὁμοίως, χαμαιάκτης χυλός.