Ancient Greek
Book 1, Chapter 11
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.11.1
Not analysed yet
ὑπνοποιὰ δὲ καθέστηκεν καταπλασσόμενα κατὰ τοῦ μετώπου καὶ μυκτῆρσιν προσαγόμενα· καρπὸς ὠκίμου, ἀτρακτυλίδος, μήκωνος ὀπός, ὑοσκυάμου καρπὸς καὶ φύλλα, ἁλικακκάβου ὁμοίως καὶ τὰ μωρίου φύλλα —εἶδος δέ ἐστι μανδραγόρου —,στρύχνου ῥίζης τοῦ ὑπνωτικοῦ φλοιός, βακχάριδος φύλλα —ἔστι δὲ εὐώδη —,μαλαβάθρου φύλλα ἑψηθέντα ἐν οἴνῳ τῶν μυξωτήρων διαψωμένων, κρόκινον, μετώπιον, κύπρου ἄνθη, μανδραγόρου ὀπὸς καὶ ῥίζα καὶ καρπός, καὶ μήκωνος ὁμοίως, καστόριον, σμύρνα.