Ancient Greek
Book 1, Chapter 12
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.12.1
Not analysed yet
πινόμενα δὲ ὕπνον ποιεῖ· μηκωνίου 〈· α′ μετὰ στύρακος καὶ σμύρνης ἴσων —δίδου 〈δὲ〉 ὀρόβια γ′ —,ἢ μανδραγόρου ὀβολοὶ β′ μετὰ τῶν προγεγραμμένων ἴσων, ἢ τῶν ῥιζῶν τὸ ἀπόβρεγμα κυάθων β′ λαμβανομένων, ἢ ὀποῦ μήκωνος ὅσον ὄροβος καταπινόμενος, ἢ τὰ φύλλα τῆς μήκωνος ἀντιλαμβάνων ἐσθιόμενα, θρίδακος ἀγρίας ὀπὸς καὶ ἡμέρου πινόμενος, καὶ αὐταὶ δ’ ἐσθιόμεναι. χρώμεθα δὲ τοῖς ὑπνωτικοῖς καὶ ἐφ’ ὧν ἐστι τὰ χρόνια πάθη, εἰ ἀποτεμνόμενός τις ἢ καιόμενος ἀναντίλημπτος ἐθελήσειε τῶν ἀλγηδόνων γίνεσθαι.