Ancient Greek
Book 1, Chapter 120
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.120.1
Not analysed yet
(126) πρὸς δὲ τοὺς λειχῆνας καὶ τὰ λεπρώδη καὶ ψωρώδη καταχριόμενα ἁρμόζει· ἄγνου σπέρμα σὺν ἀφρονίτρῳ καὶ ὄξει, ἰχὼρ ὁ ἀπορρέων ἐκ ξύλων ἀγριελαίας χλωρῶν καιομένων, ὁμοίως καὶ ὁ ἐκ τῶν κραναίνων ξύλων, ἀγχούσης ῥίζα λεία σὺν ὄξει καταπλασσομένη, ἀδάρκης σὺν ὕδατι, ἐρυθροδάνου καρπὸς ἐν ὄξει, αἴρινον ἄλευρον σὺν ὄξει καταπλασσόμενον. ἀφίστησι 〈δ’〉 ἀγρίους λειχῆνας πίτυρα σὺν ὄξει ἑψηθέντα καὶ θερμὰ καταπλασθέντα, καὶ χόνδρος ὁμοίως.