Ancient Greek
Book 1, Chapter 121
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.121.1
Not analysed yet
(128) λέπραν δὲ θεραπεύει αἴρινον ἄλευρον σὺν θείῳ καὶ ὄξει καταχριόμενον, βρυωνίας καρπὸς σὺν ὄξει καταπλασσόμενος· ἄσφαλτος μετὰ θείου καὶ ὄξους —τινὲς δὲ ἀντὶ 〈τῆς〉 ἀσφάλτου πίσσαν 〈παραλαμβάνουσιν〉 —,μυροβάλανος καταχριομένη σὺν ὄξει, βατράχειον ἐπιπλασθέν· ἀφίστησιν 〈καὶ〉 σικύου ἀγρίου ῥίζα σὺν ὄξει, σῶρι κεκαυμένον ὁμοίως, ἐλαίας Αἰθιοπικῆς δάκρυον σὺν ὄξει —καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία —,ἐλλέβορος λευκὸς ἢ μέλας σὺν ὄξει καταπλασσόμενος·